Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν
  2. πύργων στάθητε, καὶ πυλῶν ἐπ᾽ ἐξόδοις
  3. μίμνοντες εὖ θαρσεῖτε,[*](εὖ θαρσεῖτε Aldina: εὐθαρσεῖτε codd.) μηδ᾽ ἐπηλύδων
  4. ταρβεῖτ᾽ ἄγαν ὅμιλον: εὖ τελεῖ θεός.
  5. σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ
  6. ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ:
  7. καὶ τῶνδ᾽ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.