Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἀλλ᾽ οὖν θεοὺς
- τοὺς τῆς ἁλούσης πόλεος[*](πόλεος recc. pauci: πόλεως codd. cett.) ἐκλείπειν λόγος.[*](tres vv. ita distribuit m1, recc.: Eteocli continuat M)
Χορος- μήποτ᾽ ἐμὸν κατ᾽ αἰῶνα λίποι[*](λείποι M) θεῶν
- ἅδε πανάγυρις, μηδ᾽ ἐπίδοιμι τάνδ᾽
- ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ᾽
- ἁπτόμενον πυρὶ δαΐῳ.[*](fortasse δαϊῳ <πᾶν> Enger)
Ετεοκλης- μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς:
- πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας
- μήτηρ, γονῆς[*](γονῆς Hermann: γυνὴ codd.) σωτῆρος: ὧδ᾽ ἔχει λόγος.
Χορος- ἔστι: θεοῦ[*](θεοῦ M: θεοῖς m recc.) δ᾽ ἔτ᾽ ἰσχὺς καθυπερτέρα:
- πολλάκι δ᾽ ἐν κακοῖσι τὸν[*](τὸν ex schol. Canter: τὰν codd.) ἀμάχανον
- κἀκ χαλεπᾶς δύας ὕπερθ᾽ ὀμμάτων
- κρημναμενᾶν νεφελᾶν[*](κρημναμενᾶν νεφελᾶν Hermann: κρημναμέναν (vel κριμν.) νεφέλαν codd.) ὀρθοῖ.[*](fortasse ἀνορθοῖ Enger)
Ετεοκλης- ἀνδρῶν τάδ᾽ ἐστί, σφάγια καὶ χρηστήρια
- θεοῖσιν ἕρδειν, πολεμίων πειρωμένων:[*](πειρωμένων] πειρωμένοις (ων supra scr. m1) M)
- σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.
Χορος- διὰ θεῶν πόλιν νεμόμεθ᾽ ἀδάματον,[*](ἀδάματον Pauw: ἀδάμαντον M)
- δυσμενέων δ᾽ ὄχλον πύργος ἀποστέγει.
- τίς[*](τίς Heath: τί codd.) τάδε νέμεσις στυγεῖ;
Ετεοκλης- οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος: