Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ψῆφος κατ᾽ αὐτῶν ὀλεθρία βουλεύσεται,
  2. λευστῆρα δήμου δ᾽ οὔ τι μὴ φύγῃ μόρον.
  3. μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω,
  4. τἄξωθεν: ἔνδον δ᾽ οὖσα μὴ βλάβην τίθει.
  5. ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω;
Χορος
  1. ὦ φίλον Οἰδίπου τέκος, ἔδεισ᾽ ἀκού-
  2. σασα τὸν ἁρματόκτυπον ὄτοβον[*](ὄττοβον bis recc.: ὄτοβον semel M) ὄτοβον,
  3. ὅτε[*](ὅτε rec.: ὅτι M) τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι,
  4. ἱππικῶν τ᾽ ἄπυον[*](ἄπυον Lachmann: ἀύπνων codd.) πηδαλίων διὰ στόμα
  5. πυριγενετᾶν χαλινῶν.
Ετεοκλης
  1. τί οὖν; ὁ ναύτης ἆρα μὴ ʼς πρῷραν φυγὼν
  2. πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,
  3. νεὼς καμούσης ποντίῳ πρὸς[*](πρὸς recc.: ἐν (in rasura) M) κύματι;
Χορος
  1. ἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-
  2. χαῖα βρέτη, θεοῖσι πίσυνος,[*](θεοῖσι πίσυνος Seidler: πίσυνος θεοῖς codd.) νιφάδος
  3. ὅτ᾽ ὀλοᾶς νιφομένας βρόμος ἐν πύλαις:
  4. δὴ τότ᾽ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως
  5. ἵν᾽ ὑπερέχοιεν ἀλκάν.
Ετεοκλης
  1. πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.
Χορος
  1. οὔκουν[*](οὔκουν M: οὐκοῦν m1, recc.) τάδ᾽ ἔσται πρὸς θεῶν;