Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια
  2. ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως
  3. οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.
  4. εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ:
  5. εἰ δ᾽ αὖθ᾽, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,
  6. Ἐτεοκλέης ἂν εἷς πολὺς[*](πολὺς quod omiserat supra scr. M) κατὰ πτόλιν
  7. ὑμνοῖθ᾽ ὑπ᾽ ἀστῶν φροιμίοις πολυρρόθοις
  8. οἰμώγμασίν θ᾽, ὧν Ζεὺς ἀλεξητήριος
  9. ἐπώνυμος γένοιτο Καδμείων πόλει.
  10. ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ᾽ ἔτι
  11. ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,
  12. βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,
  13. ὥραν[*](ὥραν M: ὤραν m τ᾽ add. m1) τ᾽ ἔχονθ᾽ ἕκαστον ὥστε[*](ὥστε rec. Stanley: ὥστι ex ὥστις factum M) συμπρεπές,
  14. πόλει τ᾽ ἀρήγειν καὶ θεῶν ἐγχωρίων
  15. βωμοῖσι, τιμὰς μὴ Ξ̓αλειφθῆναί ποτε:
  16. τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ:
  17. ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,
  18. ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,
  19. ἐθρέψατ᾽ οἰκητῆρας[*](οἰκητῆρας recc.: οἰκιστῆρας M et plerique) ἀσπιδηφόρους
  20. πιστοὺς[*](fortasse πιστοί θ᾽) ὅπως γένοισθε πρὸς χρέος τόδε.