Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μέλεσθέ θ᾽[*](θ᾽ recc.: δ᾽ M) ἱερῶν δημίων,
  2. μελόμενοι δ᾽ ἀρήξατε:
  3. φιλοθύτων δέ τοι πόλεος[*](πόλεος Porson: πόλεως codd.) ὀργίων
  4. μνήστορες ἐστέ μοι.
Ετεοκλης
  1. ὑμᾶς ἐρωτῶ, θρέμματ᾽ οὐκ ἀνασχετά,
  2. ἦ ταῦτ᾽ ἄριστα καὶ πόλει σωτήρια,
  3. στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,
  4. βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν
  5. αὔειν, λακάζειν, σωφρόνων μισήματα;
  6. μήτ᾽ ἐν κακοῖσι μήτ᾽ ἐν εὐεστοῖ φίλῃ
  7. ξύνοικος εἴην τῷ γυναικείῳ γένει.
  8. κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,
  9. δείσασα δ᾽ οἴκῳ καὶ πόλει πλέον κακόν.
  10. καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς
  11. θεῖσαι διερροθήσατ᾽ ἄψυχον κάκην:
  12. τὰ τῶν θύραθεν δ᾽ ὡς ἄριστ᾽ ὀφέλλεται,
  13. αὐτοὶ δ᾽ ὑφ᾽ αὑτῶν ἔνδοθεν πορθούμεθα.
  14. τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.[*](habent recc.: omittit M)
  15. κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,
  16. ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,