Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- δοριτίνακτος αἰθὴρ δ᾽[*](αἰθὴρ δ᾽ Hermann: δ᾽ αἰθὴρ codd.) ἐπιμαίνεται.
- τί πόλις ἄμμι πάσχει, τί γενήσεται;
- ποῖ δ᾽ ἔτι τέλος ἐπάγει θεός;
Χορος- ἒ ἒ ἒ ἔ, ἀκροβόλων δ᾽ ἐπάλξεων λιθὰς ἔρχεται:
- ὦ φίλ᾽ Ἄπολλον:
- κόναβος ἐν πύλαις χαλκοδέτων σακέων,
- παῖ Διός, ὅθεν[*](παῖ Διός, ὅθεν von den Bergh: καὶ Διόθεν codd.)
- πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ.
- σύ τε,[*](μάχᾳ. | σύ τε Hermann: μάχαισί | τε M) μάκαιρ᾽ ἄνασσ᾽ Ὄγκα, πρὸ πόλεως
- ἑπτάπυλον ἕδος ἐπιρρύου.
Χορος- ἰὼ παναρκεῖς[*](παναρκεῖς (λ supra ρ scr. m1) M) θεοί,
- ἰὼ τέλειοι τέλειαί τε γᾶς
- τᾶσδε[*](τᾶσδε recc.: τᾶσδέ γε M) πυργοφύλακες,
- πόλιν δορίπονον μὴ προδῶθ᾽
- ἑτεροφώνῳ στρατῷ.
- κλύετε παρθένων κλύετε πανδίκως[*](πανδίκως recc. et M (ex πανδίκους correctum))
- χειροτόνους λιτάς.
Χορος- ἰὼ φίλοι δαίμονες,
- λυτήριοί <τ᾽[*](τ᾽ add. Seidler)> ἀμφιβάντες πόλιν,
- δείξαθ᾽ ὡς φιλοπόλεις,[*](φιλοπόλεις Wunderlich: φιλοπόλιες M et codd. plerique)