Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τοιγὰρ θέλουσ᾽ ἄκοντι κοινώνει κακῶν[*](κακῶν recc.: κακο. (correctum in κακῷ m) M)
- ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί.
- τούτου[*](τούτω M) δὲ σάρκας οὐδὲ κοιλογάστορες
- λύκοι πάσονται:[*](πάσονται (fuerat σπάσονται) M: σπάσονται recc.) μὴ δοκησάτω τινί.
- τάφον γὰρ αὐτὴ[*](αὐτὴ Pierson: αὐτῷ codd. (αὐτῶ M)) καὶ κατασκαφὰς ἐγώ,
- γυνή περ οὖσα, τῷδε μηχανήσομαι,
- κόλπῳ φέρουσα βυσσίνου πεπλώματος.
- καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν:
- θάρσει, παρέσται μηχανὴ δραστήριος.
- αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.
- αὐδῶ σε μὴ περισσὰ κηρύσσειν ἐμοί.
- τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.
- τράχυν᾽: ἄθαπτος δ᾽ οὗτος οὐ γενήσεται.
- ἀλλ᾽ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ;
- ἤδη τὰ τοῦδε[*](τοῦδε ex schol. Paley: τοῦδ᾽ οὐ codd.) διατετίμηται θεοῖς.
- οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.
- παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.
- ἀλλ᾽ εἰς ἅπαντας ἀνθ᾽ ἑνὸς τόδ᾽ ἔργον ἦν.
- ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.
- ἐγὼ δὲ θάψω τόνδε: μὴ μακρηγόρει.