Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλ᾽ αὐτόβουλος ἴσθ᾽, ἀπεννέπω δ᾽ ἐγώ.
Χορος
  1. φεῦ φεῦ.
  2. ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς
  3. Κῆρες Ἐρινύες, αἵτ᾽ Οἰδιπόδα
  4. γένος ὠλέσατε πρυμνόθεν οὕτως,
  5. τί πάθω; τί δὲ δρῶ;[*](δὲ δρῶ; recc.: δ᾽ ἐρῶ M) τί δὲ μήσωμαι;
  6. πῶς τολμήσω μήτε σὲ κλαίειν
  7. μήτε προπέμπειν ἐπὶ τύμβον;[*](τύμβον recc. aliquot: τύμβῳ M codd. cett.)
  8. ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι
  9. δεῖμα πολιτῶν.
  10. σύ γε μὴν πολλῶν πενθητήρων
  11. τεύξει: κεῖνος δ᾽ ὁ τάλας ἄγοος
  12. μονόκλαυτον ἔχων θρῆνον[*](θρῆνον recc.: θρῆνος M) ἀδελφῆς
  13. εἶσιν: τίς ἂν οὖν τὰ πίθοιτο;[*](πίθοιτο recc. pauci: πείθοιτο M cett.)
Ημιχοριον
  1. δράτω <τι>[*](τι add. anon.: τε add. Canter) πόλις καὶ μὴ δράτω[*](post 1084 in M subscriptum: αἰσχύλου ζ ἐπιθήβας τέλος)
  2. τοὺς κλαίοντας Πολυνείκη.
  3. ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν
  4. αἵδε προπομποί.
  5. καὶ γὰρ γενεᾷ κοινὸν τόδ᾽ ἄχος,
  6. καὶ πόλις ἄλλως
  7. ἄλλοτ᾽ ἐπαινεῖ τὰ δίκαια.