Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τούτου δ᾽ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν
- ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν,
- ὡς ὄντ᾽ ἀναστατῆρα Καδμείων χθονός,
- εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ
- τῷ τοῦδ᾽. ἄγος δὲ καὶ θανὼν κεκτήσεται
- θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε
- στράτευμ᾽ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν.
- οὕτω πετηνῶν τόνδ᾽ ὑπ᾽ οἰωνῶν δοκεῖ
- ταφέντ᾽ ἀτίμως τοὐπιτίμιον λαβεῖν,
- καὶ μήθ᾽ ὁμαρτεῖν τυμβοχόα χειρώματα
- μήτ᾽ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν,
- ἄτιμον εἶναι δ᾽ ἐκφορᾶς φίλων ὕπο.
- τοιαῦτ᾽ ἔδοξε[*](ἔδοξεν M) τῷδε Καδμείων τέλει.
- ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω:
- ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ,[*](θέλῃ recc.: θέλοι M)
- ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ
- θάψασ᾽ ἀδελφὸν τὸν ἐμόν, οὐδ᾽ αἰσχύνομαι
- ἔχουσ᾽ ἄπιστον τήνδ᾽ ἀναρχίαν πόλει.
- δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν,
- μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.