Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὀλοὰ λέγειν.
Ισμηνη
  1. ὀλοὰ δ᾽ ὁρᾶν.
Αντιγονη
  1. ἰὼ πόνος,
Ισμηνη
  1. ἰὼ[*](ἰὼ recc.: ἰὼ ἰὼ M) κακά,
Αντιγονη
  1. δώμασι καὶ χθονί, [πρὸ πάντων δ᾽ ἐμοί[*](πρὸ πάντων δ᾽ ἐμοί seclusit C. G. Haupt)].
Ισμηνη
  1. καὶ τὸ πρόσω γ᾽ ἐμοί:
Αντιγονη
  1. ἰώ, δύστανε τῶν[*](δύστανε τῶν Wecklein: ἰὼ δυστάνων codd.) κακῶν ἄναξ.
Ισμηνη
  1. ἰὼ πάντων πολυστονώτατε.[*](πολυστονώτατε (duce Robortello) Weil: πολυπονώτατοι codd.)
Αντιγονη
  1. ἰώ,[*](alterum ἰὼ adscr. m) ποῦ σφε θήσομεν χθονός;
Ισμηνη
  1. ἰώ, ἔνθα[*](ἔνθα scripsi: ὅπου codd.) τιμιώτατον.
Αντιγονη
  1. ἰὼ δαιμονῶντες ἐν ἄτᾳ.[*](hunc v. in codd. post 1005 positum huc transtulit C. G. Haupt)
Ισμηνη
  1. ἰὼ πῆμα πατρὶ πάρευνον.
Κηρυξ
  1. δοκοῦντα καὶ δόξαντ᾽ ἀπαγγέλλειν με χρὴ
  2. δήμου προβούλοις τῆσδε Καδμείας πόλεως:
  3. Ἐτεοκλέα μὲν τόνδ᾽ ἐπ᾽ εὐνοίᾳ[*](εὐνοίᾳ recc.: εὐναίᾳ M) χθονὸς
  4. θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς:
  5. στέγων[*](στέγων e glossa Wakefield: στυγῶν codd.) γὰρ ἐχθροὺς θάνατον εἵλετ᾽ ἐν πόλει,
  6. ἱερῶν πατρῴων δ᾽ ὅσιος ὢν μομφῆς ἄτερ
  7. τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.
  8. οὕτω μὲν ἀμφὶ τοῦδ᾽ ἐπέσταλται λέγειν: