Prometheus Bound
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- ὅρα νυν εἴ σοι ταῦτʼ ἀρωγὰ φαίνεται.
- ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.
- τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε
- πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν,
- ὀχλεῖς μάτην με κῦμʼ ὅπως παρηγορῶν.
- εἰσελθέτω σε μήποθʼ ὡς ἐγὼ Διὸς
- γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,
- καὶ λιπαρήσω τὸν μέγα στυγούμενον
- γυναικομίμοις ὑπτιάσμασιν χερῶν
- λῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω.
- λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν·
- τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖς
- ἐμαῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴς
- πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ.
- ἀτὰρ σφοδρύνῃ γʼ ἀσθενεῖ σοφίσματι·
- αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς
- αὐτὴ καθʼ αὑτὴν οὐδενὸς μεῖζον σθένει.
- σκέψαι δʼ, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,
- οἷός σε χειμὼν καὶ κακῶν τρικυμία
- ἔπεισʼ ἄφυκτος · πρῶτα μὲν γὰρ ὀκρίδα