Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ
- πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
- τὸ σόν, πετραία δʼ ἀγκάλη σε βαστάσει.
- μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου
- ἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ τοί
- πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως
- διαρταμήσει σώματος μέγα ῥάκος,
- ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,
- κελαινόβρωτον δʼ ἧπαρ ἐκθοινήσεται.
- τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,
- πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων
- φανῇ, θελήσῃ τʼ εἰς ἀναύγητον μολεῖν
- Ἅιδην κνεφαῖά τʼ ἀμφὶ Ταρτάρου βάθη.
- πρὸς ταῦτα βούλευʼ· ὡς ὅδʼ οὐ πεπλασμένος
- ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος ·
- ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα
- τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ· σὺ δὲ
- πάπταινε καὶ φρόντιζε, μηδʼ αὐθαδίαν
- εὐβουλίας ἀμείνονʼ ἡγήσῃ ποτέ.
- ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται