Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.
- ὤμοι.
- ὤμοι; τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.
- ἀλλʼ ἐκδιδάσκει πάνθʼ ὁ γηράσκων χρόνος.
- καὶ μὴν σύ γʼ οὔπω σωφρονεῖν ἐπίστασαι.
- σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθʼ ὑπηρέτην.
- ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.
- καὶ μὴν ὀφείλων γʼ ἂν τίνοιμʼ αὐτῷ χάριν.
- ἐκερτόμησας δῆθεν ὡς παῖδʼ ὄντα με.