Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.
- χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι.
- χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ
- ἐχθροὺς ἴδοιμι· καὶ σὲ δʼ ἐν τούτοις λέγω.
- ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;
- ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,
- ὅσοι παθόντες εὖ κακοῦσί μʼ ἐκδίκως.
- κλύω σʼ ἐγὼ μεμηνότʼ οὐ σμικρὰν νόσον.
- νοσοῖμʼ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.