Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδʼ ἀνούστερος
- εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;
- οὐκ ἔστιν αἴκισμʼ οὐδὲ μηχάνημʼ ὅτῳ
- προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,
- πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.
- πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,
- λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι
- χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω.
- γνάμψει γὰρ οὐδὲν τῶνδέ μʼ ὥστε καὶ φράσαι