Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- χρόνον ἀθλεύσω.
- τοιόνδʼ ὁ νέος ταγὸς μακάρων
- ἐξηῦρʼ ἐπʼ ἐμοὶ δεσμὸν ἀεικῆ.
- φεῦ φεῦ, τὸ παρὸν τό τʼ ἐπερχόμενον
- πῆμα στενάχω, πῇ ποτε μόχθων
- χρὴ τέρματα τῶνδʼ ἐπιτεῖλαι.
- καίτοι τί φημι; πάντα προυξεπίσταμαι
- σκεθρῶς τὰ μέλλοντʼ, οὐδέ μοι ποταίνιον
- πῆμʼ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ
- αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθʼ ὅτι
- τὸ τῆς ἀνάγκης ἔστʼ ἀδήριτον σθένος.
- ἀλλʼ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας
- οἷόν τέ μοι τάσδʼ ἐστί. θνητοῖς γὰρ γέρα
- πορὼν ἀνάγκαις ταῖσδʼ ἐνέζευγμαι τάλας.
- ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς
- πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης
- πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.