Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.
Κράτος
  1. σὺ μαλθακίζου, τὴν δʼ ἐμὴν αὐθαδίαν
  2. ὀργῆς τε τραχύτητα μὴ ʼπίπλησσέ μοι.
Ἥφαιστος
  1. στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρʼ ἔχει.
Κράτος
  1. ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα
  2. συλῶν ἐφημέροισι προστίθει. τί σοι
  3. οἷοί τε θνητοὶ τῶνδʼ ἀπαντλῆσαι πόνων;
  4. ψευδωνύμως σε δαίμονες Προμηθέα
  5. καλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως,
  6. ὅτῳ τρόπῳ τῆσδʼ ἐκκυλισθήσῃ τέχνης.
Προμηθεύς
  1. ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,
  2. ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων
  3. ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ,
  4. καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ.
  5. ἴδεσθέ μʼ οἷα πρὸς θεῶν πάσχω θεός.
  6. δέρχθηθʼ οἵαις αἰκείαισιν
  7. διακναιόμενος τὸν μυριετῆ