Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω
  2. ὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος.
Προμηθεύς
  1. ἆ ἆ ἔα ἔα.
  2. τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μʼ ἀφεγγής,
  3. θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη;
  4. ἵκετο τερμόνιον ἐπὶ πάγον
  5. πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;
  6. ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν
  7. τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς
Προμηθεύς
  1. διʼ ἀπεχθείας ἐλθόνθʼ ὁπόσοι
  2. τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,
  3. διὰ τὴν λίαν φιλότητα βροτῶν.
  4. φεῦ φεῦ, τί ποτʼ αὖ κινάθισμα κλύω
  5. πέλας οἰωνῶν; αἰθὴρ δʼ ἐλαφραῖς
  6. πτερύγων ῥιπαῖς ὑποσυρίζει.
  7. πᾶν μοι φοβερὸν τὸ προσέρπον.
Χορός
  1. μηδὲν φοβηθῇς· φιλία