Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. οὐδὲν γὰρ αὐτῷ ταῦτʼ ἐπαρκέσει τὸ μὴ οὐ
  2. πεσεῖν ἀτίμως πτώματʼ οὐκ ἀνασχετά·
  3. τοῖον παλαιστὴν νῦν παρασκευάζεται
  4. ἐπʼ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας·
  5. ὃς δὴ κεραυνοῦ κρείσσονʼ εὑρήσει φλόγα,
  6. βροντῆς θʼ ὑπερβάλλοντα καρτερὸν κτύπον·
  7. θαλασσίαν τε γῆς τινάκτειραν νόσον
  8. τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.
  9. πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται
  10. ὅσον τό τʼ ἄρχειν καὶ τὸ δουλεύειν δίχα.
Χορός
  1. σύ θην ἃ χρῄζεις, ταῦτʼ ἐπιγλωσσᾷ Διός.
Προμηθεύς
  1. ἅπερ τελεῖται, πρὸς δʼ ἃ βούλομαι λέγω.
Χορός
  1. καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;
Προμηθεύς
  1. καὶ τῶνδέ γʼ, ἕξει δυσλοφωτέρους πόνους.
Χορός
  1. πῶς δʼ οὐχὶ ταρβεῖς τοιάδʼ ἐκρίπτων ἔπη;
Προμηθεύς
  1. τί δʼ ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον;
Χορός
  1. ἀλλʼ ἆθλον ἄν σοι τοῦδʼ ἔτʼ ἀλγίω πόροι.
Προμηθεύς
  1. ὁ δʼ οὖν ποιείτω· πάντα προσδοκητά μοι.
Χορός
  1. οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.
Προμηθεύς
  1. σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντʼ ἀεί.