Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. εἰσορῶσʼ Ἰοῦς ἀμαλαπτομέναν
  2. δυσπλάνοις Ἥρας ἀλατείαις πόνων.
Χορός
  1. ἐμοὶ δʼ ὅτε μὲν ὁμαλὸς ὁ γάμος,
  2. ἄφοβος· οὐ δέδια· μηδὲ κρεισσόνων θεῶν
  3. ἔρως ἄφυκτον ὄμμα προσδράκοι με.
  4. ἀπόλεμος ὅδε γʼ ὁ πόλεμος, ἄπορα πόριμος·
  5. οὐδʼ ἔχω τίς ἂν γενοίμαν.
  6. τὰν Διὸς γὰρ οὐχ ὁρῶ
  7. μῆτιν ὅπα φύγοιμʼ ἄν.
Προμηθεύς
  1. ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν,
  2. ἔσται ταπεινός, οἷον ἐξαρτύεται
  3. γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος
  4. θρόνων τʼ ἄιστον ἐκβαλεῖ· πατρὸς δʼ ἀρὰ
  5. Κρόνου τότʼ ἤδη παντελῶς κρανθήσεται,
  6. ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.
  7. τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν
  8. δύναιτʼ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.
  9. ἐγὼ τάδʼ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτά νυν
  10. θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
  11. πιστός, τινάσσων τʼ ἐν χεροῖν πύρπνουν βέλος.