Prometheus Bound
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- μανίαι θάλπουσʼ, οἴστρου δʼ ἄρδις
- χρίει μʼ ἄπυρος·
- κραδία δὲ φόβῳ φρένα λακτίζει.
- τροχοδινεῖται δʼ ὄμμαθʼ ἑλίγδην,
- ἔξω δὲ δρόμου φέρομαι λύσσης
- πνεύματι μάργῳ, γλώσσης ἀκρατής·
- θολεροὶ δὲ λόγοι παίουσʼ εἰκῆ
- στυγνῆς πρὸς κύμασιν ἄτης.
- ἦ σοφὸς ἦ σοφὸς ἦν ὃς
- πρῶτος ἐν γνώμᾳ τόδʼ ἐβάστασε καὶ γλώσ-
- σᾳ διεμυθολόγησεν,
- ὡς τὸ κηδεῦσαι καθʼ ἑαυτὸν ἀριστεύει μακρῷ,
- καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων
- μήτε τῶν γέννᾳ μεγαλυνομένων
- ὄντα χερνήταν ἐραστεῦσαι γάμων.
- μήποτε μήποτέ μʼ, ὦ
- πότνιαι Μοῖραι, λεχέων Διὸς εὐνά-
- τειραν ἴδοισθε πέλουσαν·
- μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.
- ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν