Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. μήτε τῶν γέννᾳ μεγαλυνομένων
  2. ὄντα χερνήταν ἐραστεῦσαι γάμων.
Χορός
  1. μήποτε μήποτέ μʼ, ὦ
  2. πότνιαι Μοῖραι, λεχέων Διὸς εὐνά-
  3. τειραν ἴδοισθε πέλουσαν·
  4. μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.
  5. ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν
  6. εἰσορῶσʼ Ἰοῦς ἀμαλαπτομέναν
  7. δυσπλάνοις Ἥρας ἀλατείαις πόνων.
Χορός
  1. ἐμοὶ δʼ ὅτε μὲν ὁμαλὸς ὁ γάμος,
  2. ἄφοβος· οὐ δέδια· μηδὲ κρεισσόνων θεῶν
  3. ἔρως ἄφυκτον ὄμμα προσδράκοι με.
  4. ἀπόλεμος ὅδε γʼ ὁ πόλεμος, ἄπορα πόριμος·
  5. οὐδʼ ἔχω τίς ἂν γενοίμαν.
  6. τὰν Διὸς γὰρ οὐχ ὁρῶ
  7. μῆτιν ὅπα φύγοιμʼ ἄν.
Προμηθεύς
  1. ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν,