Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἔσται ταπεινός, οἷον ἐξαρτύεται
  2. γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος
  3. θρόνων τʼ ἄιστον ἐκβαλεῖ· πατρὸς δʼ ἀρὰ
  4. Κρόνου τότʼ ἤδη παντελῶς κρανθήσεται,
  5. ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.
  6. τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν
  7. δύναιτʼ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.
  8. ἐγὼ τάδʼ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτά νυν
  9. θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
  10. πιστός, τινάσσων τʼ ἐν χεροῖν πύρπνουν βέλος.
  11. οὐδὲν γὰρ αὐτῷ ταῦτʼ ἐπαρκέσει τὸ μὴ οὐ
  12. πεσεῖν ἀτίμως πτώματʼ οὐκ ἀνασχετά·
  13. τοῖον παλαιστὴν νῦν παρασκευάζεται
  14. ἐπʼ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας·
  15. ὃς δὴ κεραυνοῦ κρείσσονʼ εὑρήσει φλόγα,
  16. βροντῆς θʼ ὑπερβάλλοντα καρτερὸν κτύπον·
  17. θαλασσίαν τε γῆς τινάκτειραν νόσον