Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου
  2. εἰπεῖν, σύ τʼ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.
Ἰώ
  1. ἐλελεῦ ἐλελεῦ,
  2. ὑπό μʼ αὖ σφάκελος καὶ φρενοπληγεῖς
  3. μανίαι θάλπουσʼ, οἴστρου δʼ ἄρδις
  4. χρίει μʼ ἄπυρος·
  5. κραδία δὲ φόβῳ φρένα λακτίζει.
  6. τροχοδινεῖται δʼ ὄμμαθʼ ἑλίγδην,
  7. ἔξω δὲ δρόμου φέρομαι λύσσης
  8. πνεύματι μάργῳ, γλώσσης ἀκρατής·
  9. θολεροὶ δὲ λόγοι παίουσʼ εἰκῆ
  10. στυγνῆς πρὸς κύμασιν ἄτης.
Χορός
  1. ἦ σοφὸς ἦ σοφὸς ἦν ὃς
  2. πρῶτος ἐν γνώμᾳ τόδʼ ἐβάστασε καὶ γλώσ-
  3. σᾳ διεμυθολόγησεν,
  4. ὡς τὸ κηδεῦσαι καθʼ ἑαυτὸν ἀριστεύει μακρῷ,
  5. καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων