Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός·
  2. Πελασγία δὲ δέξεται θηλυκτόνῳ
  3. Ἄρει, δαμέντων νυκτιφρουρήτῳ θράσει.
  4. γυνὴ γὰρ ἄνδρʼ ἕκαστον αἰῶνος στερεῖ,
  5. δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος·
  6. τοιάδʼ ἐπʼ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις.
  7. μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ
  8. κτεῖναι σύνευνον, ἀλλʼ ἀπαμβλυνθήσεται
  9. γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται,
  10. κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος·
  11. αὕτη κατʼ Ἄργος βασιλικὸν τέξει γένος.
  12. μακροῦ λόγου δεῖ ταῦτʼ ἐπεξελθεῖν τορῶς.
  13. σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς
  14. τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδʼ ἐμὲ
  15. λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς
  16. μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις·
  17. ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου
  18. εἰπεῖν, σύ τʼ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.
Ἰώ
  1. ἐλελεῦ ἐλελεῦ,
  2. ὑπό μʼ αὖ σφάκελος καὶ φρενοπληγεῖς