Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν
  2. κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,
  3. ἀφʼ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις·
  4. χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,
  5. σαφῶς ἐπίστασʼ, Ἰόνιος κεκλήσεται,.
  6. τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.
  7. σημεῖά σοι τάδʼ ἐστὶ τῆς ἐμῆς φρενός,
  8. ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.
  9. τὰ λοιπὰ δʼ ὑμῖν τῇδέ τʼ ἐς κοινὸν φράσω,