Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.
- ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,
- Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι·
- ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα
- ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.
- ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων
- τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται
- ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα·
- πέμπτη δʼ ἀπʼ αὐτοῦ γέννα πεντηκοντάπαις