Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,
  2. πρὸς αὐτὸ δʼ εἶμι τέρμα σῶν πλανημάτων.
  3. ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,
  4. τὴν αἰπύνωτόν τʼ ἀμφὶ Δωδώνην, ἵνα
  5. μαντεῖα θᾶκός τʼ ἐστὶ Θεσπρωτοῦ Διός,
  6. τέρας τʼ ἄπιστον, αἱ προσήγοροι δρύες,
  7. ὑφʼ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως
  8. προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ
  9. μέλλουσʼ ἔσεσθαι. τῶνδε προσσαίνει σέ τι ;