Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὅπως δʼ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,
  2. ἃ πρὶν μολεῖν δεῦρʼ ἐκμεμόχθηκεν φράσω,
  3. τεκμήριον τοῦτʼ αὐτὸ δοὺς μύθων ἐμῶν.
  4. ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,
  5. πρὸς αὐτὸ δʼ εἶμι τέρμα σῶν πλανημάτων.
  6. ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,
  7. τὴν αἰπύνωτόν τʼ ἀμφὶ Δωδώνην, ἵνα
  8. μαντεῖα θᾶκός τʼ ἐστὶ Θεσπρωτοῦ Διός,
  9. τέρας τʼ ἄπιστον, αἱ προσήγοροι δρύες,
  10. ὑφʼ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως
  11. προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ
  12. μέλλουσʼ ἔσεσθαι. τῶνδε προσσαίνει σέ τι ;
  13. ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν
  14. κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,
  15. ἀφʼ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις·
  16. χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,
  17. σαφῶς ἐπίστασʼ, Ἰόνιος κεκλήσεται,.