Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν
  2. ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου
  3. ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.
  4. τούτου παρʼ ὄχθας ἕρφʼ, ἕως ἂν ἐξίκῃ
  5. καταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄπο
  6. ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.
  7. οὗτός σʼ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα
  8. Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,
  9. Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.
  10. τῶν δʼ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,
  11. ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·
  12. σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.
Χορός
  1. εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον
  2. ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,
  3. λέγʼ· εἰ δὲ πάντʼ εἴρηκας, ἡμῖν αὖ χάριν
  4. δὸς ἥνπερ αἰτούμεσθα, μέμνησαι δέ που.
Προμηθεύς
  1. τὸ πᾶν πορείας ἥδε τέρμʼ ἀκήκοεν.