Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.
  2. σημεῖά σοι τάδʼ ἐστὶ τῆς ἐμῆς φρενός,
  3. ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.
  4. τὰ λοιπὰ δʼ ὑμῖν τῇδέ τʼ ἐς κοινὸν φράσω,
  5. ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.
Προμηθεύς
  1. ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,
  2. Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι·
  3. ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα
  4. ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.
  5. ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων
  6. τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται
  7. ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα·
  8. πέμπτη δʼ ἀπʼ αὐτοῦ γέννα πεντηκοντάπαις
  9. πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσʼ ἐλεύσεται
  10. θηλύσπορος, φεύγουσα συγγενῆ γάμον
  11. ἀνεψιῶν· οἱ δʼ ἐπτοημένοι φρένας,
  12. κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,