Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς
- ---
- πόντου περῶσα φλοῖσβον, ἔστʼ ἂν ἐξίκῃ
- πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα
- αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι
- τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμʼ ἐκτημέναι,
- μονόδοντες, ἃς οὔθʼ ἥλιος προσδέρκεται
- ἀκτῖσιν οὔθʼ ἡ νύκτερος μήνη ποτέ.
- πέλας δʼ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,
- δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,
- ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς.
- τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω·
- ἄλλην δʼ ἄκουσον δυσχερῆ θεωρίαν·
- ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας
- γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν
- Ἀριμασπὸν ἱπποβάμονʼ, οἳ χρυσόρρυτον
- οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου·