Prometheus Bound
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,
- ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς.
- τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω·
- ἄλλην δʼ ἄκουσον δυσχερῆ θεωρίαν·
- ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας
- γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν
- Ἀριμασπὸν ἱπποβάμονʼ, οἳ χρυσόρρυτον
- οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου·
- τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν
- ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου
- ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.
- τούτου παρʼ ὄχθας ἕρφʼ, ἕως ἂν ἐξίκῃ
- καταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄπο
- ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.
- οὗτός σʼ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα
- Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,
- Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.
- τῶν δʼ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,
- ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·
- σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.