Prometheus Bound
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον
- ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,
- λέγʼ· εἰ δὲ πάντʼ εἴρηκας, ἡμῖν αὖ χάριν
- δὸς ἥνπερ αἰτούμεσθα, μέμνησαι δέ που.
- τὸ πᾶν πορείας ἥδε τέρμʼ ἀκήκοεν.
- ὅπως δʼ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,
- ἃ πρὶν μολεῖν δεῦρʼ ἐκμεμόχθηκεν φράσω,
- τεκμήριον τοῦτʼ αὐτὸ δοὺς μύθων ἐμῶν.
- ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,
- πρὸς αὐτὸ δʼ εἶμι τέρμα σῶν πλανημάτων.
- ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,
- τὴν αἰπύνωτόν τʼ ἀμφὶ Δωδώνην, ἵνα
- μαντεῖα θᾶκός τʼ ἐστὶ Θεσπρωτοῦ Διός,
- τέρας τʼ ἄπιστον, αἱ προσήγοροι δρύες,
- ὑφʼ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως
- προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ
- μέλλουσʼ ἔσεσθαι. τῶνδε προσσαίνει σέ τι ;
- ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν
- κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,
- ἀφʼ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις·