Prometheus Bound

Aeschylus

Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.

  1. δίδωμʼ· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι
  2. φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντʼ ἐμέ.
Χορός
  1. τούτων σὺ τὴν μὲν τῇδε, τὴν δʼ ἐμοὶ χάριν
  2. θέσθαι θέλησον, μηδʼ ἀτιμάσῃς λόγου·
  3. καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,
  4. ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ.
Προμηθεύς
  1. ἐπεὶ προθυμεῖσθʼ, οὐκ ἐναντιώσομαι
  2. τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε.
  3. σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,
  4. ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.
  5. ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον,
  6. πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς
  7. ---
  8. πόντου περῶσα φλοῖσβον, ἔστʼ ἂν ἐξίκῃ
  9. πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα
  10. αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι
  11. τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμʼ ἐκτημέναι,
  12. μονόδοντες, ἃς οὔθʼ ἥλιος προσδέρκεται
  13. ἀκτῖσιν οὔθʼ ἡ νύκτερος μήνη ποτέ.
  14. πέλας δʼ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,