Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τρίτος γε γένναν πρὸς δέκʼ ἄλλαισιν γοναῖς.
- ἥδʼ οὐκέτʼ εὐξύμβλητος ἡ χρησμῳδία.
- καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους.
- μή μοι προτείνων κέρδος εἶτʼ ἀποστέρει.
- δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.
- ποίοιν; πρόδειξον, αἵρεσίν τʼ ἐμοὶ δίδου.
- δίδωμʼ· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι
- φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντʼ ἐμέ.
- τούτων σὺ τὴν μὲν τῇδε, τὴν δʼ ἐμοὶ χάριν
- θέσθαι θέλησον, μηδʼ ἀτιμάσῃς λόγου·
- καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,
- ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ.
- ἐπεὶ προθυμεῖσθʼ, οὐκ ἐναντιώσομαι
- τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε.
- σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,
- ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.
- ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον,