Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα.
Ἰώ
  1. πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;
Προμηθεύς
  1. πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων.
Ἰώ
  1. ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.
Προμηθεύς
  1. γαμεῖ γάμον τοιοῦτον ᾧ ποτʼ ἀσχαλᾷ.
Ἰώ
  1. θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον.
Προμηθεύς
  1. τί δʼ ὅντινʼ·; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.
Ἰώ
  1. ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;
Προμηθεύς
  1. ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.
Ἰώ
  1. οὐδʼ ἔστιν αὐτῷ τῆσδʼ ἀποστροφὴ τύχης;
Προμηθεύς
  1. οὐ δῆτα, πλὴν ἔγωγʼ ἂν ἐκ δεσμῶν λυθείς.
Ἰώ
  1. τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός;
Προμηθεύς
  1. τῶν σῶν τινʼ αὐτὸν ἐγγόνων εἶναι χρεών.
Ἰώ
  1. πῶς εἶπας; ἦ ʼμὸς παῖς σʼ ἀπαλλάξει κακῶν;
Προμηθεύς
  1. τρίτος γε γένναν πρὸς δέκʼ ἄλλαισιν γοναῖς.
Ἰώ
  1. ἥδʼ οὐκέτʼ εὐξύμβλητος ἡ χρησμῳδία.
Προμηθεύς
  1. καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους.
Ἰώ
  1. μή μοι προτείνων κέρδος εἶτʼ ἀποστέρει.
Προμηθεύς
  1. δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.
Ἰώ
  1. ποίοιν; πρόδειξον, αἵρεσίν τʼ ἐμοὶ δίδου.