Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα
  2. μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.
Ἥφαιστος
  1. πλὴν τοῦδʼ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.
Κράτος
  1. ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον
  2. στέρνων διαμπὰξ πασσάλευʼ ἐρρωμένως.
Ἥφαιστος
  1. αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων.
Κράτος
  1. σὺ δʼ αὖ κατοκνεῖς τῶν Διός τʼ ἐχθρῶν ὕπερ
  2. στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.
Ἥφαιστος
  1. ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.
Κράτος
  1. ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.
  2. ἀλλʼ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.
Ἥφαιστος
  1. δρᾶν ταῦτʼ ἀνάγκη, μηδὲν ἐγκέλευʼ ἄγαν.
Κράτος
  1. ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.
  2. χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.
Ἥφαιστος
  1. καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ.
Κράτος
  1. ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας·
  2. ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.