Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους,
  2. εἶναι δόκει σοι μηδέπω ʼν προοιμίοις.
Ἰώ
  1. ἰώ μοί μοι, ἒ ἔ.
Προμηθεύς
  1. σὺ δʼ αὖ κέκραγας κἀναμυχθίζῃ; τί που
  2. δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;
Χορός
  1. ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;
Προμηθεύς
  1. δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.
Ἰώ
  1. τί δῆτʼ ἐμοὶ ζῆν κέρδος, ἀλλʼ οὐκ ἐν τάχει
  2. ἔρριψʼ ἐμαυτὴν τῆσδʼ ἀπὸ στύφλου πέτρας,
  3. ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων
  4. ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν
  5. ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.
Προμηθεύς
  1. ἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,
  2. ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον·
  3. αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή·
  4. νῦν δʼ οὐδέν ἐστι τέρμα μοι προκείμενον
  5. μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.
Ἰώ
  1. ἦ γάρ ποτʼ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;
Προμηθεύς
  1. ἥδοιʼ ἄν, οἶμαι, τήνδʼ ἰδοῦσα συμφοράν.
Ἰώ
  1. πῶς δʼ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;