Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- θυμῷ βάλʼ, ὡς ἂν τέρματʼ ἐκμάθῃς ὁδοῦ.
- πρῶτον μὲν ἐνθένδʼ ἡλίου πρὸς ἀντολὰς
- στρέψασα σαυτὴν στεῖχʼ ἀνηρότους γύας·
- Σκύθας δʼ ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας
- πεδάρσιοι ναίουσʼ ἐπʼ εὐκύκλοις ὄχοις
- ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι·
- οἷς μὴ πελάζειν, ἀλλʼ ἁλιστόνοις πόδας
- χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα.
- λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες
- οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή.
- ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις.
- ἥξεις δʼ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,
- ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν,
- πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν
- ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος
- κροτάφων ἀπʼ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ
- κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν