Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- βῆναι κέλευθον, ἔνθʼ, Ἀμαζόνων στρατὸν
- ἥξεις στυγάνορʼ, αἳ Θεμίσκυράν ποτε
- κατοικιοῦσιν ἀμφὶ Θερμώδονθʼ, ἵνα
- τραχεῖα πόντου Σαλμυδησσία γνάθος
- ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν·
- αὗταί σʼ ὁδηγήσουσι καὶ μάλʼ ἀσμένως.
- ἰσθμὸν δʼ ἐπʼ αὐταῖς στενοπόροις λίμνης πύλαις
- Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ
- λιποῦσαν αὐλῶνʼ ἐκπερᾶν Μαιωτικόν·
- ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας
- τῆς σῆς πορείας, Βόσπορος δʼ ἐπώνυμος
- κεκλήσεται. λιποῦσα δʼ Εὐρώπης πέδον
- ἤπειρον ἥξεις Ἀσιάδʼ·. ἆρʼ, ὑμῖν δοκεῖ
- ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθʼ ὁμῶς
- βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς
- χρῄζων μιγῆναι τάσδʼ ἐπέρριψεν πλάνας.
- πικροῦ δʼ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων