Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. οὔποτʼ οὔποτʼ ηὔχουν ὧδε ξένους
  2. μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν,
  3. οὐδʼ ὧδε δυσθέατα καὶ δύσοιστα
  4. πήματα, λύματα, δείματα ἀμ-
  5. φάκει κέντρῳ τύψειν ψυχὰν ἐμάν.
  6. ἰὼ ἰὼ μοῖρα μοῖρα,
  7. πέφρικʼ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς.
Προμηθεύς
  1. πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ·
  2. ἐπίσχες ἔστʼ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς.
Χορός
  1. λέγʼ, ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺ
  2. τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς.
Προμηθεύς
  1. τὴν πρίν γε χρείαν ἠνύσασθʼ ἐμοῦ πάρα
  2. κούφως· μαθεῖν γὰρ τῆσδε πρῶτʼ ἐχρῄζετε
  3. τὸν ἀμφʼ ἑαυτῆς ἆθλον ἐξηγουμένης·
  4. τὰ λοιπὰ νῦν ἀκούσαθʼ, οἷα χρὴ πάθη
  5. τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα.
  6. σύ τʼ Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους