Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἄκουσαν ἄκων· ἀλλʼ ἐπηνάγκαζέ νιν
- Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.
- εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι
- ἦσαν, κεραστὶς δʼ, ὡς ὁρᾶτʼ, ὀξυστόμῳ
- μύωπι χρισθεῖσʼ ἐμμανεῖ σκιρτήματι
- ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος
- Λέρνης τε κρήνην · βουκόλος δὲ γηγενὴς
- ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς
- ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.
- ἀπροσδόκητος δʼ αὐτὸν ἀφνίδιος μόρος
- τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δʼ ἐγὼ
- μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.
- κλύεις τὰ πραχθέντʼ· εἰ δʼ ἔχεις εἰπεῖν ὅ τι
- λοιπὸν πόνων, σήμαινε· μηδέ μʼ οἰκτίσας
- ξύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ
- αἴσχιστον εἶναί φημι συνθέτους λόγους.
- ἔα ἔα, ἄπεχε, φεῦ·