Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,
  2. ἄφετον ἀλᾶσθαι γῆς ἐπʼ ἐσχάτοις ὅροις·
  3. κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖν
  4. κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος.
  5. τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν
  6. ἐξήλασέν με κἀπέκλῃσε δωμάτων
  7. ἄκουσαν ἄκων· ἀλλʼ ἐπηνάγκαζέ νιν
  8. Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.
  9. εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι