Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἦσαν, κεραστὶς δʼ, ὡς ὁρᾶτʼ, ὀξυστόμῳ
  2. μύωπι χρισθεῖσʼ ἐμμανεῖ σκιρτήματι
  3. ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος
  4. Λέρνης τε κρήνην · βουκόλος δὲ γηγενὴς
  5. ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς
  6. ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.
  7. ἀπροσδόκητος δʼ αὐτὸν ἀφνίδιος μόρος
  8. τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δʼ ἐγὼ
  9. μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.