Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- συνειχόμην δύστηνος, ἔστε δὴ πατρὶ
- ἔτλην γεγωνεῖν νυκτίφοιτʼ ὀνείρατα.
- ὁ δʼ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς
- θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ
- δρῶντʼ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.
- ἧκον δʼ ἀναγγέλλοντες αἰολοστόμους
- χρησμοὺς ἀσήμους δυσκρίτως τʼ εἰρημένους.
- τέλος δʼ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ
- σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη