Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. λείοισι μύθοις ὦ μέγʼ εὔδαιμον κόρη,
  2. τί παρθενεύει δαρόν, ἐξόν σοι γάμου
  3. τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει
  4. πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν
  5. θέλει· σὺ δʼ, ὦ παῖ, μὴ ʼπολακτίσῃς λέχος
  6. τὸ Ζηνός, ἀλλʼ ἔξελθε πρὸς Λέρνης βαθὺν
  7. λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,
  8. ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.
  9. τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι