Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἐνταῦθʼ, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ
- πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.
- οὐκ οἶδʼ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή,
- σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε
- πεύσεσθε· καίτοι καὶ λέγουσʼ αἰσχύνομαι
- θεόσσυτον χειμῶνα καὶ διαφθορὰν
- μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο.
- αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι
- ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν