Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον
- στέρνων διαμπὰξ πασσάλευʼ ἐρρωμένως.
- αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων.
- σὺ δʼ αὖ κατοκνεῖς τῶν Διός τʼ ἐχθρῶν ὕπερ
- στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.
- ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.
- ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.
- ἀλλʼ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.
- δρᾶν ταῦτʼ ἀνάγκη, μηδὲν ἐγκέλευʼ ἄγαν.