Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.
- χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.
- καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ.
- ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας·
- ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.
- ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.
- σὺ μαλθακίζου, τὴν δʼ ἐμὴν αὐθαδίαν
- ὀργῆς τε τραχύτητα μὴ ʼπίπλησσέ μοι.
- στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρʼ ἔχει.